Hilfe

Septuaginta

1 τοῖς υἱοῖς κορε ψαλμὸς ᾠδῆς οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις
2 ἀγαπᾷ κύριος τὰς πύλας σιων ὑπὲρ πάντα τὰ σκηνώματα ιακωβ
3 δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ θεοῦ διάψαλμα
4 μνησθήσομαι ρααβ καὶ βαβυλῶνος τοῖς γινώσκουσίν με καὶ ἰδοὺ ἀλλόφυλοι καὶ τύρος καὶ λαὸς αἰθιόπων οὗτοι ἐγενήθησαν ἐκεῖ
5 μήτηρ σιων ἐρεῖ ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος
6 κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ διάψαλμα
7 ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί
© 2018 ERF Medien