Hilfe

Septuaginta

2Mo 35,12 καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα [12α] καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τοὺς λίθους τῆς σμαράγδου καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιον τοῦ χρίσματος
2Sam 5,16 καὶ ελισαμα καὶ ελιδαε καὶ ελιφαλαθ [16α] σαμαε ιεσσιβαθ ναθαν γαλαμααν ιεβααρ θεησους ελφαλατ ναγεδ ναφεκ ιαναθα λεασαμυς βααλιμαθ ελιφαλαθ
1Kön 5,14 καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας σαλωμων καὶ ἐλάμβανεν δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ [14α] καὶ ἔλαβεν σαλωμων τὴν θυγατέρα φαραω ἑαυτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος ιερουσαλημ [14β] τότε ἀνέβη φαραω βασιλεὺς αἰγύπτου καὶ προκατελάβετο τὴν γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν χανανίτην τὸν κατοικοῦντα ἐν μεργαβ καὶ ἔδωκεν αὐτὰς φαραω ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ σαλωμων καὶ σαλωμων ᾠκοδόμησεν τὴν γαζερ
1Kön 6,1 καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν ισραηλ ἐξ αἰγύπτου τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως σαλωμων ἐπὶ ισραηλ [1α] καὶ ἐνετείλατο ὁ βασιλεὺς καὶ αἴρουσιν λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου καὶ λίθους ἀπελεκήτους [1β] καὶ ἐπελέκησαν οἱ υἱοὶ σαλωμων καὶ οἱ υἱοὶ χιραμ καὶ ἔβαλαν αὐτούς [1γ] ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐθεμελίωσεν τὸν οἶκον κυρίου ἐν μηνὶ νισω τῷ δευτέρῳ μηνί [1δ] ἐν ἑνδεκάτῳ ἐνιαυτῷ ἐν μηνὶ βααλ οὗτος ὁ μὴν ὁ ὄγδοος συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ
2Kön 1,18 καὶ τὰ λοιπὰ τῶν λόγων οχοζιου ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ [18α] καὶ ιωραμ υἱὸς αχααβ βασιλεύει ἐπὶ ισραηλ ἐν σαμαρείᾳ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτῳ ιωσαφατ βασιλέως ιουδα [18β] καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ [18γ] καὶ ἀπέστησεν τὰς στήλας τοῦ βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ καὶ συνέτριψεν αὐτάς πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ' αὐτῶν [18δ] καὶ ἐθυμώθη ὀργῇ κύριος εἰς τὸν οἶκον αχααβ
2Chr 35,19 τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας ιωσια [19α] καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θαραφιν καὶ τὰ εἴδωλα καὶ τὰ καρασιμ ἃ ἦν ἐν γῇ ιουδα καὶ ἐν ιερουσαλημ ἐνεπύρισεν ὁ βασιλεὺς ιωσιας ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὗ εὗρεν χελκιας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ κυρίου [19β] ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον μωυσῆ καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ [19γ] πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μεγάλου οὗ ὠργίσθη θυμῷ κύριος ἐν τῷ ιουδα ἐπὶ πάντα τὰ παροργίσματα ἃ παρώργισεν μανασσης [19δ] καὶ εἶπεν κύριος καί γε τὸν ιουδαν ἀποστήσω ἀπὸ προσώπου μου καθὼς ἀπέστησα τὸν ισραηλ καὶ ἀπωσάμην τὴν πόλιν ἣν ἐξελεξάμην τὴν ιερουσαλημ καὶ τὸν οἶκον ὃν εἶπα ἔσται τὸ ὄνομά μου ἐκεῖ
Hi 23,15 διὰ τοῦτο ἐπ' αὐτῷ ἐσπούδακα νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ [15α] ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ
Hi 42,17 καὶ ἐτελεύτησεν ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν [17α] γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ' ὧν ὁ κύριος ἀνίστησιν [17β] οὗτος ἑρμηνεύεται ἐκ τῆς συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς ιδουμαίας καὶ ἀραβίας προϋπῆρχεν δὲ αὐτῷ ὄνομα ιωβαβ [17γ] λαβὼν δὲ γυναῖκα ἀράβισσαν γεννᾷ υἱόν ᾧ ὄνομα εννων ἦν δὲ αὐτὸς πατρὸς μὲν ζαρε τῶν ησαυ υἱῶν υἱός μητρὸς δὲ βοσορρας ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ αβρααμ [17δ] καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν εδωμ ἧς καὶ αὐτὸς ἦρξεν χώρας πρῶτος βαλακ ὁ τοῦ βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ δενναβα μετὰ δὲ βαλακ ιωβαβ ὁ καλούμενος ιωβ μετὰ δὲ τοῦτον ασομ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς θαιμανίτιδος χώρας μετὰ δὲ τοῦτον αδαδ υἱὸς βαραδ ὁ ἐκκόψας μαδιαμ ἐν τῷ πεδίῳ μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ γεθθαιμ [17ε] οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι ελιφας τῶν ησαυ υἱῶν θαιμανων βασιλεύς βαλδαδ ὁ σαυχαίων τύραννος σωφαρ ὁ μιναίων βασιλεύς
Ps 144,13 ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ [13α] πιστὸς κύριος ἐν τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ
Spr 3,16 μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα [16α] ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ
Spr 6,11 εἶτ' ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς [11α] ἐὰν δὲ ἄοκνος ᾖς ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει
Spr 7,1 υἱέ φύλασσε ἐμοὺς λόγους τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ [1α] υἱέ τίμα τὸν κύριον καὶ ἰσχύσεις πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον
Spr 9,10 ἀρχὴ σοφίας φόβος κυρίου καὶ βουλὴ ἁγίων σύνεσις [10α] τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς
Spr 9,12 υἱέ ἐὰν σοφὸς γένῃ σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον ἐὰν δὲ κακὸς ἀποβῇς μόνος ἀναντλήσεις κακά [12α] ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν οὗτος ποιμανεῖ ἀνέμους ὁ δ' αὐτὸς διώξεται ὄρνεα πετόμενα [12β] ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται [12γ] διαπορεύεται δὲ δι' ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν συνάγει δὲ χερσὶν ἀκαρπίαν
Spr 9,18 ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ' αὐτῇ ὄλλυνται καὶ ἐπὶ πέτευρον ᾅδου συναντᾷ [18α] ἀλλὰ ἀποπήδησον μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν [18β] οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον [18γ] ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς [18δ] ἵνα πολὺν ζήσῃς χρόνον προστεθῇ δέ σοι ἔτη ζωῆς
Spr 12,11 ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν [11α] ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν
Spr 12,13 δι' ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος [13α] ὁ βλέπων λεῖα ἐλεηθήσεται ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς
Spr 13,13 ὃς καταφρονεῖ πράγματος καταφρονηθήσεται ὑπ' αὐτοῦ ὁ δὲ φοβούμενος ἐντολήν οὗτος ὑγιαίνει [13α] υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ
Spr 15,18 ἀνὴρ θυμώδης παρασκευάζει μάχας μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει [18α] μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον
Spr 17,16 ἵνα τί ὑπῆρξεν χρήματα ἄφρονι κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται [16α] ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον ζητεῖ συντριβήν ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά
Spr 22,14 βόθρος βαθὺς στόμα παρανόμου ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν [14α] εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπ' αὐτῶν ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς
Spr 25,10 μή σε ὀνειδίσῃ μὲν ὁ φίλος ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται ἀλλ' ἔσται σοι ἴση θανάτῳ [10α] χάρις καὶ φιλία ἐλευθεροῖ ἃς τήρησον σεαυτῷ ἵνα μὴ ἐπονείδιστος γένῃ ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως
Spr 26,11 ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν [11α] ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις
Spr 28,17 ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ [17α] παίδευε υἱόν καὶ ἀγαπήσει σε καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ
Dan 4,17 ἕως ἂν γνῷ τὸν κύριον τοῦ οὐρανοῦ ἐξουσίαν ἔχειν πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς καὶ ὅσα ἂν θέλῃ ποιεῖ ἐν αὐτοῖς [17α] ἐνώπιόν μου ἐξεκόπη ἐν ἡμέρᾳ μιᾷ καὶ ἡ καταφθορὰ αὐτοῦ ἐν ὥρᾳ μιᾷ τῆς ἡμέρας καὶ οἱ κλάδοι αὐτοῦ ἐδόθησαν εἰς πάντα ἄνεμον καὶ εἱλκύσθη καὶ ἐρρίφη καὶ τὸν χόρτον τῆς γῆς μετὰ τῶν θηρίων τῆς γῆς ἤσθιε καὶ εἰς φυλακὴν παρεδόθη καὶ ἐν πέδαις καὶ ἐν χειροπέδαις χαλκαῖς ἐδέθη ὑπ' αὐτῶν σφόδρα ἐθαύμασα ἐπὶ πᾶσι τούτοις καὶ ὁ ὕπνος μου ἀπέστη ἀπὸ τῶν ὀφθαλμῶν μου
Dan 6,13 τότε οὗτοι οἱ ἄνθρωποι ἐνέτυχον τῷ βασιλεῖ καὶ εἶπαν δαρεῖε βασιλεῦ οὐχ ὁρισμὸν ὡρίσω ἵνα πᾶς ἄνθρωπος μὴ εὔξηται εὐχὴν μηδὲ ἀξιώσῃ ἀξίωμα παρὰ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλὰ παρὰ σοῦ βασιλεῦ εἰ δὲ μή ῥιφήσεται εἰς τὸν λάκκον τῶν λεόντων ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπεν αὐτοῖς ἀκριβὴς ὁ λόγος καὶ μενεῖ ὁ ὁρισμός [13α] καὶ εἶπον αὐτῷ ὁρκίζομέν σε τοῖς μήδων καὶ περσῶν δόγμασιν ἵνα μὴ ἀλλοιώσῃς τὸ πρόσταγμα μηδὲ θαυμάσῃς πρόσωπον καὶ ἵνα μὴ ἐλαττώσῃς τι τῶν εἰρημένων καὶ κολάσῃς τὸν ἄνθρωπον ὃς οὐκ ἐνέμεινε τῷ ὁρισμῷ τούτῳ καὶ εἶπεν οὕτως ποιήσω καθὼς λέγετε καὶ ἕστηκέ μοι τοῦτο
© 2017 ERF Medien