Hilfe

Septuaginta

1 τὸ ῥῆμα τὸ κατὰ τῆς μωαβίτιδος νυκτὸς ἀπολεῖται ἡ μωαβῖτις νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς μωαβίτιδος
2 λυπεῖσθε ἐφ' ἑαυτοῖς ἀπολεῖται γὰρ καὶ δηβων οὗ ὁ βωμὸς ὑμῶν ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ ναβαυ τῆς μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα πάντες βραχίονες κατατετμημένοι
3 ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ
4 ὅτι κέκραγεν εσεβων καὶ ελεαλη ἕως ιασσα ἠκούσθη ἡ φωνὴ αὐτῶν διὰ τοῦτο ἡ ὀσφὺς τῆς μωαβίτιδος βοᾷ ἡ ψυχὴ αὐτῆς γνώσεται
5 ἡ καρδία τῆς μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως σηγωρ δάμαλις γάρ ἐστιν τριετής ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς λουιθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ αρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός
6 τὸ ὕδωρ τῆς νεμριμ ἔρημον ἔσται καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει χόρτος γὰρ χλωρὸς οὐκ ἔσται
7 μὴ καὶ οὕτως μέλλει σωθῆναι ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα ἄραβας καὶ λήμψονται αὐτήν
8 συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς μωαβίτιδος τῆς αγαλλιμ καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ αιλιμ
9 τὸ δὲ ὕδωρ τὸ ρεμμων πλησθήσεται αἵματος ἐπάξω γὰρ ἐπὶ ρεμμων ἄραβας καὶ ἀρῶ τὸ σπέρμα μωαβ καὶ αριηλ καὶ τὸ κατάλοιπον αδαμα
© 2018 ERF Medien