Hilfe

Septuaginta

Jos 19,47 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν δαν κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν [47α] καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ δαν τὸν αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει καὶ οὐκ εἴων αὐτοὺς οἱ αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ' αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν
Jos 19,48 καὶ ἐπορεύθησαν οἱ υἱοὶ ιουδα καὶ ἐπολέμησαν τὴν λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς λασενδακ [48α] καὶ ὁ αμορραῖος ὑπέμεινεν τοῦ κατοικεῖν ἐν ελωμ καὶ ἐν σαλαμιν καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ εφραιμ ἐπ' αὐτούς καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον
Jos 21,42 κύκλῳ τῶν πόλεων τούτων πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις [42α] καὶ συνετέλεσεν ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν [42β] καὶ ἔδωκαν οἱ υἱοὶ ισραηλ μερίδα τῷ ἰησοῖ κατὰ πρόσταγμα κυρίου ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο τὴν θαμνασαραχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει εφραιμ [42γ] καὶ ᾠκοδόμησεν ἰησοῦς τὴν πόλιν καὶ ὤ|κησεν ἐν αὐτῇ [42δ] καὶ ἔλαβεν ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς ισραηλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ καὶ ἔθηκεν αὐτὰς ἐν θαμνασαραχ
1Kön 2,46 καὶ ἐνετείλατο ὁ βασιλεὺς σαλωμων τῷ βαναια υἱῷ ιωδαε καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν καὶ ἀπέθανεν [46α] καὶ ἦν ὁ βασιλεὺς σαλωμων φρόνιμος σφόδρα καὶ σοφός καὶ ιουδα καὶ ισραηλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες [46β] καὶ σαλωμων ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ σαλωμων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ [46γ] καὶ σαλωμων ἤρξατο διανοίγειν τὰ δυναστεύματα τοῦ λιβάνου [46δ] καὶ αὐτὸς ᾠκοδόμησεν τὴν θερμαι ἐν τῇ ἐρήμῳ [46ε] καὶ τοῦτο τὸ ἄριστον τῷ σαλωμων τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων [46ζ] ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ ραφι ἕως γάζης ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ [46η] καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν καὶ κατῴκει ιουδα καὶ ισραηλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ ἐσθίοντες καὶ πίνοντες ἀπὸ δαν καὶ ἕως βηρσαβεε πάσας τὰς ἡμέρας σαλωμων [46θ] καὶ οὗτοι οἱ ἄρχοντες τοῦ σαλωμων αζαριον υἱὸς σαδωκ τοῦ ἱερέως καὶ ορνιου υἱὸς ναθαν ἄρχων τῶν ἐφεστηκότων καὶ εδραμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ σουβα γραμματεὺς καὶ βασα υἱὸς αχιθαλαμ ἀναμιμνῄσκων καὶ αβι υἱὸς ιωαβ ἀρχιστράτηγος καὶ αχιρε υἱὸς εδραϊ ἐπὶ τὰς ἄρσεις καὶ βαναια υἱὸς ιωδαε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου καὶ ζαχουρ υἱὸς ναθαν ὁ σύμβουλος [46ι] καὶ ἦσαν τῷ σαλωμων τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων [46λ] καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων αἰγύπτου [46μ] σαλωμων υἱὸς δαυιδ ἐβασίλευσεν ἐπὶ ισραηλ καὶ ιουδα ἐν ιερουσαλημ
2Chr 36,4 καὶ κατέστησεν φαραω νεχαω τὸν ελιακιμ υἱὸν ιωσιου βασιλέα ιουδα ἀντὶ ιωσιου τοῦ πατρὸς αὐτοῦ καὶ μετέστρεψεν τὸ ὄνομα αὐτοῦ ιωακιμ καὶ τὸν ιωαχαζ ἀδελφὸν αὐτοῦ ἔλαβεν φαραω νεχαω καὶ εἰσήγαγεν αὐτὸν εἰς αἴγυπτον καὶ ἀπέθανεν ἐκεῖ [4α] καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκαν τῷ φαραω τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα φαραω καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ φαραω νεχαω
Hi 19,4 ναὶ δὴ ἐπ' ἀληθείας ἐγὼ ἐπλανήθην παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος [4α] λαλῆσαι ῥῆμα ὃ οὐκ ἔδει τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ
Spr 10,4 πενία ἄνδρα ταπεινοῖ χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν [4α] υἱὸς πεπαιδευμένος σοφὸς ἔσται τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται
© 2017 ERF Medien