Hilfe

Septuaginta

3 καὶ εἶπεν ὁ βασιλεύς τί θέλεις εσθηρ καὶ τί σού ἐστιν τὸ ἀξίωμα ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου καὶ ἔσται σοι
4 εἶπεν δὲ εσθηρ ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν εἰ οὖν δοκεῖ τῷ βασιλεῖ ἐλθάτω καὶ αὐτὸς καὶ αμαν εἰς τὴν δοχήν ἣν ποιήσω σήμερον
5 καὶ εἶπεν ὁ βασιλεύς κατασπεύσατε αμαν ὅπως ποιήσωμεν τὸν λόγον εσθηρ καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν ἣν εἶπεν εσθηρ
6 ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς εσθηρ τί ἐστιν βασίλισσα εσθηρ καὶ ἔσται σοι ὅσα ἀξιοῖς
7 καὶ εἶπεν τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου
8 εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως ἐλθάτω ὁ βασιλεὺς καὶ αμαν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν ἣν ποιήσω αὐτοῖς καὶ αὔριον ποιήσω τὰ αὐτά
9 καὶ ἐξῆλθεν ὁ αμαν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος ἐν δὲ τῷ ἰδεῖν αμαν μαρδοχαῖον τὸν ιουδαῖον ἐν τῇ αὐλῇ ἐθυμώθη σφόδρα
10 καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ ζωσαραν τὴν γυναῖκα αὐτοῦ
11 καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκεν καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας
12 καὶ εἶπεν αμαν οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ' ἢ ἐμέ καὶ εἰς τὴν αὔριον κέκλημαι
13 καὶ ταῦτά μοι οὐκ ἀρέσκει ὅταν ἴδω μαρδοχαῖον τὸν ιουδαῖον ἐν τῇ αὐλῇ
14 καὶ εἶπεν πρὸς αὐτὸν ζωσαρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω μαρδοχαῖος ἐπὶ τοῦ ξύλου σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου καὶ ἤρεσεν τὸ ῥῆμα τῷ αμαν καὶ ἡτοιμάσθη τὸ ξύλον
© 2017 ERF Medien